Poznámka 50

Porfyrios, Sent. 44,60–68: Λοιπὸν δὲ ἐν τοῖς αἰσθητοῖς ὁ διῃρημένος χρόνος ἄλλος ἄλλου, οἷον ἄλλος ἡλίου, ἄλλος σελήνης, ἄλλος ἑωσφόρου, καὶ ἐφ’ ἑκάστου ἄλλος. διὸ καὶ ἄλλου ἐνιαυτὸς ἄλλος· καὶ ὁ τούτους περιέχων ἐνιαυτὸς κεφαλαιούμενος εἰς τὴν τῆς ψυχῆς κίνησιν· ἧς κατὰ μίμησιν κινουμένων τούτων, ἀλλοίας δὲ τῆς ἐκείνης κινήσεως οὔσης καὶ ἀλλοίας τῆς τούτων, ἀλλοῖος καὶ ὁ χρόνος ἐκείνης τοῦ τούτων. διαστηματικὸς μὲν οὗτος καὶ ταῖς κατὰ τόπον κινήσεσι καὶ μεταβάσεσι.